Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.205.1 | Hdt. 1.206.3 (English) | >>Hdt. 1.207.4 |
1.206.1
ἔχοντι δέ οἱ τοῦτον τὸν πόνον πέμψασα ἡ Τόμυρις κήρυκα ἔλεγε τάδε · “ὦ βασιλεῦ Μήδων , παῦσαι σπεύδων τὰ σπεύδεις · οὐ γὰρ ἂν εἰδείης εἴ τοι ἐς καιρὸν ἔσται ταῦτα τελεόμενα · παυσάμενος δὲ βασίλευε τῶν σεωυτοῦ , καὶ ἡμέας ἀνέχευ ὁρέων ἄρχοντας τῶν περ ἄρχομεν .
1.206.2 οὔκων ἐθελήσεις ὑποθήκῃσι τῇσιδε χρᾶσθαι , ἀλλὰ πάντως μᾶλλον ἢ διʼ ἡσυχίης εἶναι · σὺ δὴ εἰ μεγάλως προθυμέαι Μασσαγετέων πειρηθῆναι , φέρε μόχθον μὲν τὸν ἔχεις ζευγνὺς τὸν ποταμὸν ἄπες , σὺ δὲ ἡμέων ἀναχωρησάντων ἀπὸ τοῦ ποταμοῦ τριῶν ἡμερέων ὁδὸν διάβαινε ἐς τὴν ἡμετέρην ·
1.206.3 εἰ δʼ ἡμέας βούλεαι ἐσδέξασθαι μᾶλλον ἐς τὴν ὑμετέρην , σὺ τὠυτὸ τοῦτο ποίεε .” ταῦτα δὲ ἀκούσας ὁ Κῦρος συνεκάλεσε Περσέων τοὺς πρώτους , συναγείρας δὲ τούτους ἐς μέσον σφι προετίθεε τὸ πρῆγμα , συμβουλευόμενος ὁκότερα ποιέῃ . τῶν δὲ κατὰ τὠυτὸ αἱ γνῶμαι συνεξέπιπτον κελευόντων ἐσδέκεσθαι Τόμυρίν τε καὶ τὸν στρατὸν αὐτῆς ἐς τὴν χώρην .
ch. 207
1.207.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.205.1 | Hdt. 1.206.3 (English) | >>Hdt. 1.207.4 |